Παραμονή τῆς μεγάλης ἑορτῆς.
Ἀπολυτίκιον. Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.
Ἀπεγράφετο
ποτέ, σὺν τῷ πρεσβευτῇ Ἰωσήφ, ὡς ἐκ σπέρματος Δαβίδ, ἐν Βηθλεὲμ ἡ
Μαριάμ, κυοφοροῦσα τὴν ἄσπορον κυοφορίαν· ἐπέστη δὲ καιρός, ὁ τῆς
Γεννήσεως, καὶ τόπος ἦν οὐδείς, τῷ καταλύματι, ἀλλ’ ὡς τερπνὸν παλάτιον
τὸ Σπήλαιον, τῇ Βασιλίδι ἐδείκνυτο. Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν
ἀναστήσων εἰκόνα.
Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἡ
Παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν
ἀπορρήτως, Χόρευε, ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον, μετὰ Ἀγγέλων καὶ
τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.
|
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου