|
|
||||||||||||||
Ἀπόδοση τῆς μεγάλης ἑορτῆς τῆς Ὀρθοδοξίας μας.
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὁ χρόνων ἐπέκεινα, καὶ τῶν αἰώνων Θεός, τὴν δέησιν πρόσδεξαι, τῇ συμπληρώσει Χριστέ, τοῦ ἔτους δεόμεθα, θείαν ἰσχύν δὲ δίδου, ἐν εἰρήνῃ τελέσαι, ἅμα καὶ εὐσεβείᾳ τὸ ἀρχόμενον ἔτος, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.
Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Εἰς τὸ τέλος φθάσαντες, τοῦ χρόνου μόνε Οἰκτίρμον, τὴν σὴν ἀτελεύτητον, ὑμνοῦμεν χάριν ἀπαύστως· πάντας γὰρ, ἐκ πάσης βλάβης θᾶττον ἐρρύσω, δίδου δέ, καὶ τὰ ἐλέη σου δυσωποῦμεν, τῷ ἐνιαυτῷ τῷ νέῳ, τοῖς προσκυνοῦσι τὴν δυναστείαν σου.
Μεγαλυνάριον.
Τῇ τοῦ χρόνου λήξει Χριστὲ Σητήρ, διάρρηξον Λόγε, τῶν ἀμέτρων ἁμαρτιῶν, ἡμῶν τὸ δελτίον, καὶ χάριτος ἁγίας, ἡμῶν τὰς διανοίας πλήρωσον Κύριε. |
Ἀπόδοσις ἑορτῆς τῆς τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ Γεννήσεως
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου