Ρ/Σ ΣΗΜΑΝΤΡΟ ΤΗΣ ΧΙΑΚΗΣ ΕΚΚΛΗΣΙΑΣ: Ὁ Ἅγιος Συμεὼν ὁ Δίκαιος ὁ Θεοδόχος

ΠΑΤΗΣΤΕ ΕΔΩ ΓΙΑ ΖΩΝΤΑΝΗ ΜΕΤΑΔΟΣΗ


Πατήστε στην εικόνα για απευθεία μετάδοση

ΠΡΟΓΡΑΜΜΑ ΛΑΤΡΕΥΤΙΚΗΣ ΔΙΑΚΟΝΙΑΣ ΣΕΒΑΣΜΙΩΤΑΤΟΥ

.. ΠΡΟΓΡΑΜΜΑ ΛΑΤΡΕΥΤΙΚΗΣ ΔΙΑΚΟΝΙΑΣ ΤΟΥ ΣΕΒ. ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΧΙΟΥ κ. ΜΑΡΚΟΥ Κυριακή 22.12.2024 Ἱερός Ναός Ἁγίας Ἀναστασίας Φραγκοβουνίου (Θεία Λειτουργία). Τρίτη 24.12.2024 Ἱερός Μητροπολιτικός Ναός Χίου (Μ.Ἑσπερινός τῶν Χριστουγέννων, ὥρα 18.00). Τετάρτη 25.12.2024 Ἱερός Ναός Ἁγίου Γεωργίου Βροντάδου (Θεία Λειτουργία) Πέμπτη 26.12.2024 Ἱερός Ναός Κοιμήσεως Θεοτοκου Λατομίου (Θεία Λειτουργία). Παρασκευή 27.12.2024 Ἱερά Μονή Ἁγ. Στεφάνου Κλειδοῦς (Θεία Λειτουργία). Κυριακή 29.12.2024 Ἱερός Ναός Ἁγίου Γεωργίου Πατρικῶν (Θεία Λειτουργία). Τρίτη 31.12.2024 Ἱερός Ναός Ἁγίου Ἰακώβου πόλεως Χίου (Μ. Ἑσπερινός, ὥρα 18.00). .

Ὁ Ἅγιος Συμεὼν ὁ Δίκαιος ὁ Θεοδόχος

Ημ. Εορτής: 3 Φεβρουαρίου
Ημ. Γέννησης:
Ημ. Κοιμήσεως:
Ημ. Ανακομιδής Λειψάνων:
Πολιούχος:
Λοιπές πληροφορίες:
Εορταζόμενο όνομα:

Ὁ Συμεὼν ἦταν ἄνθρωπος δίκαιος καὶ εὐλαβής, «προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ». Ἦταν ἄνθρωπος κατὰ τὴν φύση, ἀλλὰ στὴν ἀρετὴ ἄγγελος, ἄνθρωπος συναναστρεφόμενος μὲ ἀνθρώπους, ἀλλὰ συμπολιτευόμενος μὲ ἀγγέλους. Τὸ Ἅγιο Πνεῦμα τοῦ εἶχε ἀποκαλύψει ὅτι δὲν θὰ πεθάνει προτοῦ ἀξιωθεῖ νὰ δεῖ τὸν Χριστὸ καὶ νὰ Τὸν κρατήσει στὴν ἀγκαλιά του.
Ἡ Θεοτόκος κατὰ τὸν Ἅγιο Ἀθανάσιο, τοῦ εἶπε: «Δέξαι γεραρώτατε ἄνθρωπε, τὸν πρὸς σὲ μᾶλλον ἢ πρὸς ἐμὲ τὴν τεκοῦσαν νῦν ἐπειγόμενον· δέξαι τὸν σὲ ποθοῦντα μᾶλλον ἢ Ἰωσήφ· δέξαι τὸν δευτέραν τῆς σῆς φιλίας τὴν πρὸς ἐμὲ τὴν μητέραν στοργήν, ὡς ἔοικε λογιζόμενον· δέξαι, καί, ὡς βούλει, τοῦ ποθουμένου καταπόλαυε». Καὶ ἀμέσως μετὰ ἀπέθεσε στὰ χέρια τοῦ Πρεσβύτου Συμεὼν τὸν Κύριο.

Ὁ Συμεὼν «σκιρτᾷ καὶ ἀγγαλιᾷ, καὶ λαμπρᾷ καὶ διαπρυσίῳ φωνὴ περὶ αὐτοῦ ἀνακέκραγε λέγων· οὗτός ἐστιν ὁ ὢν καὶ προὼν καὶ ἀεὶ τῷ Πατρὶ συμπαρὼν, ὁμοούσιος, ὁμόθρονος, ὁμόδοξος, ὁμοδύναμος, ἰσοδύναμος, παντοδύναμος, ἄναρχος, ἄκτιστος, ἀναλλοίωτος, ἀπερίγραπτος, ἀόρατος, ἄῤῥητος, ἀκατάληπτος, ἀψηλάφητος, ἀκατανόητος, ἀτέκμαρτος. Οὗτός ἐστι τῆς πατρικῆς δόξης τὸ ἀπαύγασμα, οὗτός ἐστιν ὁ χαρακτὴρ τῆς πάντως συστάσεως, τοῦτο τὸ φῶς τῶν φώτων, ἐκ πατρικῶν ἀνατέλλον κόλπων».
«Εἶδε δὲ ὁ Συμεὼν καὶ τὸν Δεσπότην ἐπέγνω καὶ τὴν ἑαυτοῦ ἀπόλυσιν. Τί λέγων; Νῦν ἀπολύεις τὸν δοῦλόν σου δέσποτα κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ἐπειδὴ προώρισε πρὸ τῶν αἰώνων ὁ νῦν γαλακτοτροφούμενος, ὁ ὑπὸ τῶν χειρῶν μου βασταζόμενος τοῦ μὴ ἰδείν με θάνατον πρὶν ἴδω τὸν Χριστὸν Κυρίου».
Ὁ Συμεὼν προεῖπε στὴ Θεοτόκο ὅσες ἔμελλε νὰ ὑποστεῖ πικρίες καὶ ὅτι ὁ Κύριος θὰ ἦταν «εἰς σημεῖον ἀντιλεγόμενον». Στὸ σημεῖο αὐτὸ γράφει ὁ Ἅγιος Ἀμφιλόχιος, Ἐπίσκοπος Ἰκονίου: «Τοῦ Συμεῶνος εἰρηκότος περὶ τοῦ Κυρίου εἰς ἐξάκουστον τῶν παρθενικῶν ἀκοῶν τό· ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καί, ἠγανάκτησεν εἰκὸς ἡ μήτηρ τοῦ Κυρίου κατὰ τοῦ Συμεῶνος λέγουσα πρὸς αὐτόν· Οὐκ οἶδας τί διαγορεύεις ἄνθρωπε. Ἐπὶ τὸν Χριστὸν σκυθρωπὰ καταγγέλλεις; Οὐκ οἶδας τὴν σύλληψιν τοῦ παιδίου καὶ ὡς περὶ κοινοῦ τόκου σημεῖον ἀντιλογίας μηνύεις. Οὐδεμία πτῶσις ἐν αὐτῷ, ὕψωσις δὲ πολλὴ καὶ συγκατάβασις τοῖς εὐεργετουμένοις. Τί οὖν οὐκ εὐλογεῖς φάσκων· ἰδοὺ οὗτος κεῖται οὐκ εἰς πτῶσιν, ἀλλ’ εἰς ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ· διὰ τί δὲ καὶ λέγεις σημεῖον ἀντιλεγόμενον; Ὁ δὲ Συμεὼν πρὸς τὴν παρθένον· ἀρκεῖ σοι, παρθένε, τὸ μητέρα σε κληθῆναι· ἱκανόν σοι τὸ τροφὸν εὑρεθῆναι τοῦ τρέφοντος τὸν κόσμον· μέγα σοι τὸ σαρκὶ βαστάσαι τὸν τὰ πάντα βαστάζοντα. Ὁ ἐν σοὶ νῦν Χριστὸς κατοικήσας καὶ ἐν ἐμοὶ νῦν ὁ αὐτὸς τὰ περὶ αὐτοῦ λαληθῆναι παρεσκεύασεν ὅτι οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ· εἰς πτῶσιν τῶν ἀπίστων Ἰουδαίων, εἰς ἀνάστασιν δὲ τῶν πιστευόντων ἐθνῶν… σημεῖον ἀντιλεγόμενον τὸν σταυρὸν προσαγορεύσας».
Ὁ Συμεὼν ὁ Θεοδόχος κοιμήθηκε εἰρηνικά. Ἡ Σύναξή του ἐτελεῖτο, μαζὶ μὲ τῆς Προφήτιδος Ἄννας στὸ Ἀποστολεῖο Ἰακώβου τοῦ Ἀδελφοθέου, ποὺ ἦταν παρεκκλήσιο τοῦ ναοῦ τῆς Θεοτόκου Εὐουρανιωτίσσης.

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τὸν Ὕπερθεον Λόγον σάρκα γενόμενον, ἐνηγκαλίσω ὡς βρέφος ἐν τῷ Ναῷ τοῦ Θεοῦ, Θεοδόχε Συμεὼν Πρεσβῦτα ἔνδοξε· ὅθεν καὶ Ἄννα ἡ σεπτή, ἀνθομολόγησιν αὐτῷ, προσήγαγεν ὠς  Προφῆτις· ὅθεν ὑμᾶς εὐφημοῦμεν, οἷα Χριστοῦ θείους θεράποντας.

Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ξυνωρὶς ἡ ἔνθεος, χαρμονικῶς εὐφημείσθω, Συμεὼν ὁ Δίκαιος, σὺν τῇ Προφήτιδι Ἄννῃ· οὗτοι γὰρ, εὐαρεστήσαντες τῷ Κυρίῳ, ὤφθησαν, τοῦ σαρκωθέντος Λόγου αὐτόπται· τοῦτον γὰρ καθάπερ βρέφος, εἶδον ἀξίως καὶ προσεκύνησαν.

Ἕτερον Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἡ δυὰς ἡ ἔνθεος τῶν θεοφόρων, Συμεὼν ὁ δίκαιος, καὶ Ἄννα ἡ τοῦ Φανουήλ, μεγαλοφώνως αἰνείσθωσαν· ὅτι κατεῖδον, Χριστὸν ὥσπερ νήπιον.

Μεγαλυνάριον.
Δίκαιοι ἐν νόμῳ καὶ εὐλαβεῖς, Συμεὼν ὁ Πρέσβυς, καὶ ἡ Ἄννα ἡ Φανουήλ, ὤφθησαν Κυρίῳ, τῷ σεσωματωμένῳ, καὶ ὕμνησαν τὴν τούτου, ἄρρητον κένωσιν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου