Παραμονὴ τῆς μεγάλης ἑορτῆς.
Ἀπολυτίκιον. Ἦχος α’. Χορὸς Ἀγγελικός.
Οὐράνιος
χορός, οὐρανίων ἁψίδων, προκύψας ἐπὶ γῆς καὶ φερόμενον βλέπων, ὡς
βρέφος ὑπομάζιον, πρὸς ναὸν τὸν πρωτότοκον, πάσης κτίσεως, ὑπὸ Μητρὸς
ἀπειράνδρου, προεόρτιον, νῦν σὺν ἡμῖν μελῳδοῦσι, φρικτῶς ἐξιστάμενοι.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἐν
ἀγκάλαις δέξασθαι καθάπερ βρέφος, Συμεὼν ἐπείγεται, τὸν νομοδότην καὶ
Θεόν· ᾧ καὶ βοήσει γηθόμενος· ἀπόλυσόν με· σὲ γὰρ εἶδον, Δέσποτα.
Μεγαλυνάριον.
Χαίροι
ὁ πρεσβύτατος Συμεών, ἐγγίζοντα βλέπων, τὸν Δεσπότην ἐν τῷ Ναῷ· ὅθεν
ἐπισπεύδει, αὐτὸν ὑποδεχθῆναι, προεορτίως ᾄδων ὕμνον ἐπάξιον.
|
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου