| Παραμονή τῆς μεγάλης ἑορτῆς.
 
 
 
Ἀπολυτίκιον. Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.Ἀπεγράφετο
 ποτέ, σὺν τῷ πρεσβευτῇ Ἰωσήφ, ὡς ἐκ σπέρματος Δαβίδ, ἐν Βηθλεὲμ ἡ 
Μαριάμ, κυοφοροῦσα τὴν ἄσπορον κυοφορίαν· ἐπέστη δὲ καιρός, ὁ τῆς 
Γεννήσεως, καὶ τόπος ἦν οὐδείς, τῷ καταλύματι, ἀλλ’ ὡς τερπνὸν παλάτιον 
τὸ Σπήλαιον, τῇ Βασιλίδι ἐδείκνυτο. Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν 
ἀναστήσων εἰκόνα.
 
 
 
Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.Ἡ
 Παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν 
ἀπορρήτως, Χόρευε, ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον, μετὰ Ἀγγέλων καὶ 
τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.
 | 
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου