Ἡ μνήμη του ἑορτάζεται τὴν 21η Ἰανουαρίου ὅπου καὶ ὁ βίος του.
Ἀπολυτίκιον. Ἦχος γ’. Τὴν ὡραιότητα.
Τὴν
τῶν λειψάνων σου, ἁγίαν λάρνακα, ἀρωματίζουσαν, ζωῆς τὰς χάριτας, ὡς
κιβωτὸν ἁγιασμοῦ, πλουτήσαντες θεοφόρε, ἐξ αὐτῆς δρεπόμεθα, χάριν θείαν
καὶ ἔλεος, Μάξιμε πανεύφημε, τῆς σοφίας ὁ τρόφιμος· διὸ μὴ διαλίπῃς
πρεσβεύων, θείας τυχεῖν ἡμᾶς εὐκλείας.
Κοντάκιον. Ἦχος β’. Τὴν ἐν πρεσβείαις.
Τῆς
Ἐκκλησίας ὑπέρμαχε θεηγόρε, Ὀρθοδοξίας ἀσφάλεια καὶ λαμπρότης, λύρα τῆς
εὐσεβείας καὶ ὄργανον, καὶ Μοναστῶν τὸ θεῖον καὶ ἱερὸν ἀγλάϊσμα, ἀεὶ
ἡμᾶς φρούρει, Πάτερ Μάξιμε.
Μεγαλυνάριον.
Τὴν
τῶν σῶν λειψάνων θείαν σορόν, πνέουσαν τῷ κόσμῳ, εὐωδίαν τὴν μυστικήν,
Μάξιμε ἐκ τάφου, κομίσαντες ἐκ πόθου, τῆς σῆς ὁμολογίας, τοὺς ἄθλους
μέλπομεν.
|
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου