Παραμονὴ τῆς μεγάλης ἑορτῆς.
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Λαοὶ
προσκιρτήσατε, χεῖρας κροτοῦντες πιστῶς, καὶ πόθω ἀθροίσθητε, σήμερον
χαίροντες, καὶ φαιδρῶς ἀλαλάζοντες, πάντες ἐν εὐφροσύνη· τοῦ Θεοῦ γὰρ ἡ
Μήτηρ, μέλλει τῶν ἐπιγείων, πρὸς τὰ ἄνω ἀπαίρειν, ἐνδόξως· ἣν ἐν ὕμνοις
ἀεί, ὡς Θεοτόκον δοξάζομεν.
|